Thersite a écrit :
Ah bien, je ne trouvais nulle part un rapport avec la muse. Je soupçonnais bien un jeu de mot, mais sans textes (à part dans Nonnos (XXXIX.69), où Uranie offre à Hyménée une balle, occasion d'une métaphore facile entre sphaira = la balle, et sphaira = la voûte céleste... La traduction n'est donc pas "jeu d'Uranie", mais "jeu du lancé vers le ciel".
Pourrais-tu préciser la référence, Chaeréphon ? La citation semble tronquée, j'aimerai consulter la suite. Les scholies du Théétète ? (seul endroit dans Platon où j'ai trouvé des allusions au jeu de balle)
Effectivement, la traduction "jeu d'Uranie" ne veut rien dire. σφαίρα οὐρανία, c'est tout simplement la "balle en l'air".
Il s'agit bien des scholies au Théétète (Scholia recentiora Arethae)
οἱ παῖδες οἱ σφαιρίζοντες.
ἐν τῇ διὰ σφαίρας ὀν<ομαζομένῃ> παιδιᾷ ἡ μὲν ἐκαλεῖτ<ο οὐρανί>α,
ἡ <δ>ὲ ἀπόρραξις, ἡ δὲ <ἐπίσκυρος>, ἡ δὲ φενίνδα. οὐραν<ία μέν ἐστιν
ἡ> εἰς οὐρανὸν τῆς σφαίρας ἀναβολή, ἣν ὁ ποιητὴς ἐμφαίνειν δοκεῖ
ἐν οἷς φησιν (θ 372)—
οἱ <δ'> ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο
πορφυρέην, τήν σφιν Πόλυβος ποίησεν (sic) δαΐφρων,
τὴν ἕτερος ῥίπτασκεν (sic) ποτὶ νέφεα σκιόεντα
ἰδνωθεὶς ὀπίσω, ὁ δ' ἀπὸ χθονὸς ὑψόσ' ἀρθεὶς (l. ἀερθεὶς)
ῥηϊδίως μεθέλεσκε πάρος <ποσὶν> οὖδας ἱκέσθαι.
ἀπόρραξις δέ ἐστιν ὅταν τὴν σφαῖραν μὴ πρὸς τοῖχον ἀλλὰ πρὸς τὸ
ἔδαφος σκληρῶς †ῥάττωσιν (l. ῥίπτωσιν) ὥστε ἀποκρουομένην
ἅλλεσθαι πάλιν. τὴν δὲ ἐπίσκυρον καὶ ἐφηβικὴν καὶ ἐπίκοινον ἔλεγον·
ἐχρῶντο δὲ αὐτῇ κατὰ πλήθη· ὠνομάσθησαν δὲ οὕτως, ἐπειδὴ οἱ
παίζοντες ἐπὶ λατύπης ἑστῶτες, ἣν σκῦρον προσαγορεύουσιν, βολῇ
σφαίρας ἀλλήλους ἐκδιώκουσιν. φαινίνδα δέ ἐστιν ὅταν ἑτέρῳ τὴν
σφαῖραν προδεικνύντες ἑτέρῳ αὐτὴν ἐπιπέμπωσι. τῶν οὖν παιζόντων
ταῦτα τοὺς μὲν νικῶντας βασιλεῖς ἐκάλουν, καὶ ὅτι ἂν προσέτασσον
τοῖς ἄλλοις ὑπήκουον, τοὺς δ' ἡττωμένους ὄνους. Κρατῖνος δὲ Χείροσι
(l. Χείρωσι: fr. 229 Kock) χαριέντως ὁμοῦ ἐγκαταμίξας καὶ τὴν
ὄνος λύραν παροιμίαν ἔπλεξε τὸν λόγον οὕτως—
†ὡς ὄνος ἀπωτέρωι κάθηνται τῆς λύρας·
τοὺς γὰρ ἡττωμένους, ὡς ἔφαμεν, ὄνους καθῆσθαι ἔλεγον, βασιλεῖς δὲ
τοὺς νικῶντας.
Stephanus 146a